Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.75.3 | Hdt. 4.76.5 (English) | >>Hdt. 4.78.2 |
4.76.3 καὶ εὗρε γὰρ τῇ μητρὶ τῶν θεῶν ἀνάγοντας τοὺς Κυζικηνοὺς ὁρτὴν μεγαλοπρεπέως κάρτα , εὔξατο τῇ μητρὶ ὁ Ἀνάχαρσις , ἢν σῶς καὶ ὑγιὴς ἀπονοστήσῃ ἐς ἑωυτοῦ , θύσειν τε κατὰ ταὐτὰ κατὰ ὥρα τοὺς Κυζικηνοὺς ποιεῦντας καὶ παννυχίδα στήσειν .
4.76.4 ὡς δὲ ἀπίκετο ἐς τὴν Σκυθικήν καταδὺς ἐς τὴν καλεομένην Ὑλαίην (ἡ δʼ ἔστι μὲν παρὰ τὸν Ἀχιλλήιον δρόμον , τυγχάνει δὲ πᾶσα ἐοῦσα δενδρέων παντοίων πλέη ), ἐς ταύτην δὴ καταδὺς ὁ Ἀνάχαρσις τὴν ὁρτὴν ἐπετέλεε πᾶσαν τῇ θεῷ , τύμπανον τε ἔχων καὶ ἐκδησάμενος ἀγάλματα .
4.76.5 καὶ τῶν τις Σκυθέων καταφρασθεὶς αὐτὸν ταῦτα ποιεῦντα ἐσήμηνε τῷ βασιλέι Σαυλίῳ · ὁ δὲ καὶ αὐτὸς ἀπικόμενος ὡς εἶδε τὸν Ἀνάχαρσιν ποιεῦντα ταῦτα , τοξεύσας αὐτὸν ἀπέκτεινε . καὶ νῦν ἤν τις εἴρηται περὶ Ἀναχάρσιος , οὐ φασί μιν Σκύθαι γινώσκειν , διὰ τοῦτο ὅτι ἐξεδήμησέ τε ἐς τὴν Ἑλλάδα καὶ ξεινικοῖσι ἔθεσι διεχρήσατο .
4.76.6 ὡς δʼ ἐγὼ ἤκουσα Τύμνεω τοῦ Ἀριαπείθεος ἐπιτρόπου , εἶναι αὐτὸν Ἰδανθύρσου τοῦ Σκυθέων βασιλέος πάτρων , παῖδα δὲ εἶναι Γνούρου τοῦ Λύκου τοῦ Σπαργαπείθεος . εἰ ὦν ταύτης ἦν τῆς οἰκίης ὁ Ἀνάχαρσις , ἴστω ὑπὸ τοῦ ἀδελφεοῦ ἀποθανών · Ἰδάνθυρσος γὰρ ἦν παῖς Σαυλίου , Σαύλιος δὲ ἦν ὁ ἀποκτείνας Ἀνάχαρσιν .
ch. 77
4.77.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.75.3 | Hdt. 4.76.5 (English) | >>Hdt. 4.78.2 |